Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.291 Joseph. AJ 7.295 (English) >>Joseph. AJ 7.300

7.293καθίστησι δὲ καὶ Βαναῖον βασιλεὺς ἐπὶ τῶν σωματοφυλάκων καὶ τῶν ἑξακοσίων, Ἀδώραμον δʼ ἐποίησεν ἐπὶ τῶν φόρων καὶ Ἰωσάφατον υἱὸν Ἀχίλου ἐπὶ τῶν ὑπομνημάτων, Σουσὰν δὲ γραμματέα, Σάδωκον δὲ καὶ Ἀβιάθαρον ἀπέφηνεν ἱερεῖς. 7.294

Μετὰ δὲ ταῦτα τῆς χώρας λιμῷ φθειρομένης ἱκέτευε Δαυίδης τὸν θεὸν ἐλεῆσαι τὸν λαὸν καὶ τὴν αἰτίαν αὐτῷ καὶ τὴν ἴασιν φανερὰν ποιῆσαι τῆς νόσου. τῶν δὲ προφητῶν εἰπόντων βούλεσθαι τὸν θεὸν ἐκδικίας τυχεῖν τοὺς Γαβαωνίτας, οὓς Σαοῦλος βασιλεὺς ἀποκτείνας ἠσέβησεν ἐξαπατήσας καὶ τοὺς ὅρκους αὐτοῖς, οὓς στρατηγὸς Ἰησοῦς ὤμοσε καὶ γερουσία, μὴ φυλάξας· 7.295ἐὰν τοίνυν δίκην ἣν αὐτοὶ θέλουσιν οἱ Γαβαωνῖται λαβεῖν ὑπὲρ τῶν ἀνῃρημένων ταύτην αὐτοῖς παράσχῃ, διαλλαγήσεσθαι καὶ τὸν ὄχλον ἀπαλλάξειν τῶν κακῶν ἐπηγγέλλετο. 7.296ὡς οὖν ταῦτα παρὰ τῶν προφητῶν ἔμαθεν ἐπιζητεῖν τὸν θεόν, μεταπέμπεται τοὺς Γαβαωνίτας καὶ τίνος βούλονται τυχεῖν ἐπηρώτα. τῶν δʼ ἐκ τοῦ γένους τοῦ Σαούλου παραλαβεῖν ἑπτὰ παῖδας ἀξιωσάντων πρὸς τιμωρίαν, βασιλεὺς ἀναζητήσας παρέδωκεν αὐτοῖς Ἰεβόσθου φεισάμενος τοῦ Ἰωνάθου παιδός. 7.297παραλαβόντες δʼ οἱ Γαβαωνῖται τοὺς ἄνδρας ὡς ἐβούλοντο ἐκόλασαν. ἤρξατο δʼ ὕειν παραχρῆμα θεὸς καὶ τὴν γῆν πρὸς γονὴν καρπῶν ἀνακαλεῖν ἀπολύσας τοῦ πρότερον αὐχμοῦ· καὶ πάλιν εὐθήνησεν τῶν Ἑβραίων χώρα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.291 Joseph. AJ 7.295 (English) >>Joseph. AJ 7.300

Powered by PhiloLogic